John 21:15-17

15Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ Ἰησοῦς· Σίμων
 Ἰωάννου = WH Treg NA/NIV: || Ἰωνᾶ = RP
Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου.
16λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων
 Ἰωάννου = WH Treg NA/NIV: || Ἰωνᾶ = RP
Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου.
17λέγει αὐτῷ τὸ τρίτον· Σίμων
 Ἰωάννου = WH Treg NA/NIV: || Ἰωνᾶ = RP
Ἰωάννου, φιλεῖς με; ἐλυπήθη Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ
 εἶπεν = WH Treg RP: || λέγει = NA/NIV
εἶπεν αὐτῷ· Κύριε,
 πάντα σὺ = WH Treg NA/NIV: || σὺ πάντα = RP
πάντα σὺ ⸃ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ
 ὁ = NA/NIV RP: || [omit] = WH Treg
Ἰησοῦς· Βόσκε τὰ
 πρόβατά = WH NA/NIV RP: || προβάτιά = Treg
πρόβατά μου.
Copyright information for SBLG